Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.13 Dem. 32.16 (English) >>Dem. 32.21

32.15τί λέγεις, ἄνθρωπε;” εὐθέως Πρῶτος (τοῦτο γὰρ ἦν τοὔνομα τῷ τὸν σῖτον εἰσαγαγόντι, τῷ τὰ χρήμαθʼ ἡμῖν ὀφείλοντι) “σὺ χρήματα δέδωκας Ἡγεστράτῳ, μεθʼ οὗ τοὺς ἄλλους ἐξηπάτηκας, ὅπως δανείσηται, καὶ σοὶ πολλάκις λέγοντος ὅτι τοῖς προϊεμένοις ἀπολεῖται τὰ χρήματα; σὺ οὖν ταῦτʼ ἀκούων αὐτὸς ἂν προήκω;” ἔφη καὶ ἀναιδὴς ἦν. “οὐκοῦν εἰ τὰ μάλιστʼ ἀληθῆ λέγεις,” τῶν παρόντων τις ὑπέλαβεν, “ σὸς κοινωνὸς καὶ πολίτης, Ἡγέστρατος, ὡς ἔοικεν, ἐξηπάτηκέν σε, καὶ ὑπὲρ τούτων αὐτὸς αὑτῷ θανάτου τιμήσας ἀπόλωλεν.” 32.16καὶ ὅτι γʼ,” ἔφη τις τῶν παρόντων, “ἁπάντων ἐστὶ συνεργὸς οὗτος ἐκείνῳ, σημεῖον ὑμῖν ἐρῶ· πρὸ γὰρ τοῦ διακόπτειν ἐπιχειρῆσαι τὴν ναῦν, τίθενται πρός τινα τῶν συμπλεόντων οὗτος καὶ Ἡγέστρατος συγγραφήν. καίτοι εἰ μὲν εἰς πίστιν ἔδωκας, τί πρὸ τοῦ κακουργήματος ἂν τὰ βέβαιʼ ἐποιοῦ; εἰ δʼ ἀπιστῶν ἐτύγχανες, τί οὐχ, ὥσπερ οἱ ἄλλοι, τὰ δίκαιʼ ἐλάμβανες ἐν τῇ γῇ;” 32.17 τί ἂν τὰ πολλὰ λέγοι τις; ἦν γὰρ οὐδʼ ὁτιοῦν πλέον ἡμῖν ταῦτα λέγουσιν, ἀλλʼ εἴχετο τοῦ σίτου. ἐξῆγεν αὐτὸν Πρῶτος καὶ κοινωνὸς τοῦ Πρώτου, Φέρτατος· οὑτοσὶ δʼ οὐκ ἐξήγετο, οὐδʼ ἂν ἔφη διαρρήδην ὑπʼ οὐδενὸς ἐξαχθῆναι, εἰ μὴ αὐτὸν ἐγὼ ἐξάξω. 32.18μετὰ ταῦτα προὐκαλεῖθʼ Πρῶτος αὐτὸν καὶ ἡμεῖς ἐπὶ τὴν ἀρχὴν τὴν τῶν Συρακοσίων, κἂν μὲν ἐωνημένος τὸν σῖτον ἐκεῖνος φαίνηται καὶ τὰ τέλη κείμενʼ ἐκείνῳ καὶ τὰς τιμὰς διαλύων ἐκεῖνος, τοῦτον πονηρὸν ὄντʼ ἀξιοῦμεν ζημιοῦσθαι, εἰ δὲ μή, καὶ τὰ διάφορʼ ἀπολαβεῖν καὶ τάλαντον προσλαβεῖν, καὶ τοῦ σίτου ἀφιστάμεθα. ταῦτʼ ἐκείνου προκαλουμένου καὶ λέγοντος καὶ ἡμῶν οὐδὲν ἦν πλέον, ἀλλʼ ἦν αἵρεσις τοῦτον ἐξάγειν ἀπολωλεκέναι σωθέντα καὶ παρόντα τὰ ἡμέτερʼ αὐτῶν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.13 Dem. 32.16 (English) >>Dem. 32.21

Powered by PhiloLogic